Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 31-2
Not analysed yet
Πόρωανς δέ φησιν ἰδικῶς τὰς τοῦ Βεελφεγὼρ ἱερειας. Βεελφεγὼρ δέ ἐστιν, ὁ καλούμενος Πρίαπος. αἱ δὲ τὸ οὕτως αἰσχρὸν τιμῶσαι βδέλυγμα, πόρναι λοιὸν ὁμολογουμένως. τετελεσμένους δὲ ὀνομάζει πάλιν τοὺς ἱερομύστας τοῦ Βεελφεγὰρ, ἄνδρες δὲ ἦσαν εἶναι μὲν οὐηκ ἀνεχόμενοι τοῦθ’ ὅπερ εἰσὶ, μεταφοιτῶντες δὲ μᾶλλον εἰς φρόνημα eo τὸ θηλυπρεπὲς, λόγοις τε καὶ τρόποις ἀνοσίως μαλακιζόμενοι. θηλυδρίας δὲ καὶ μαλθάκωνας τοὺς τοιούτους ἀποκαλουσί τινες, οἳ γυναικείαις ὀλολυγαῖς καὶ κυμβάλοις χρώμενοι, περιθέοντες τε τινὰς δᾳδίσιν ὁμοῦ, μυσταγωγεῖν ὑπεκρίνοντο, τῆς τοῦ Βεελφεγὼρ αἰσχύνης πληροῦντες τὰπαίγνια. ἔθυον τοίνυν φησὶ μετὰ τῶν τετελεσμένων, τουτέστι, μεμύνηταΙ τὰ ἐκείνων, καὶ ὁμοῦ τοῖς οὕτω κατεφθαρμένοις προσῆγον θυσίας τῷ Βεελφεγώρ.