Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 32-6
Not analysed yet
Επιτρέχει τῶν ἁγίων Προφητῶν ἔσθ’ ὅτε τὸν νοῦν ἀκριβῶς τῶν ἐσομένων ἡ γνῶσις, ἐναστοράπτοντος τὸ χρῆμα αὐτοῖς τοῦ Ἀγίου Πνεύματος. τοιγάρτοι καὶ μεταξὺ τῶν ἰδίων λόγων, ἤτοι τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ, τάς τινων ἐσθ’ ὅτε προανακεκράγασι φωνὰς, ἢ μετανοούντων, ἢ εὐχαριστούντων, ἢ ἀνασκιρτώντων ἐφ’ οἷς ἂν αὐτοὺς εὐφραίνειν ἐπαγγέλληται Θεός. τοιουτονί τι παθόντα καὶ νῦν τὸν μακάριον εὑρήσομεν Ὠσηέ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ὑπισχνεῖτο τὴν ἡμερότητα, καὶ οὐκ εἰσάπαν ἔφασκεν ὁλοθρεύσειν τοὺς ἡμαρτηκότας, ὅτι τε εἴη Θεὸς, ἀγαθὸς δηλονότι, καὶ οὐκ ἄνθρωπος· οὐ γάρ τοι καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οἱ δὲ ὥσπερ ἐπεγνωκότες τὰ οἰκεῖα πλημμελήματα, καὶ κατερυθριῶντες ἤδη πὼς ἐπὶ τῇ πλείστη τε καὶ ἀδοκήτῳ χάριτι, καταλήξειν ἐπαγγέλλονται τῶν σφίσιν ἐξηυρημένων, δι’ ὧν καὶ προσκεκρούκασι. καὶ ποῖα ταῦτά ἐστι, δι’ αὐτοῦ πάλιν ἡμᾶς τοῦ προφήτου πεπληροφόρηκεν Θεός. ἔφη γὰρ ἐν τοῖς ὀπίσω βραχὺ, τόν τε Ἰούδαν αὐτὸν καὶ τὸν Ἐφραΐμ αἰτιώμενος, “Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν “καὶ ᾠκοδόμησε τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετει- “χισμένας· καὶ ἀποστελῶ πῦρ ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ “καταφάγεται τὰ θεμέλια αὐτῶν.” ὁ μὲν γὰρ Ἐφραΐμ, ἤγουν ὁ Ἰσραὴλ, βωμοὺς καὶ τεμένη κατὰ τὴν Σαμάρειαν τοῖς εἰδώλοις ἀναδειμάμενοι, κατώλισθον εἰς ἀπόστασιν, ἐπελάθοντο ελάθοντο τοῦ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ οὐδενὸς ἀξιοῦντες λόγου, παροτρύνοντες διετέλουν· Ἰούδας δὲ αὖ, καίτοι πεποιθότες ἐπὶ τῷ Θεῷ, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους παρ’ αὐτοῦ τε καὶ δι’ αὐτοῦ σωζόμενοι, κατέθηγον εἰς ὀργὰς, κατὰ πολλοὺς μὲν καὶ ἑτέρους τρόπους, μάλιστα δὲ δι’ ἑνὸς τούτου. Θεοῦ γὰρ ἠπειληκότος ἐπιπέμψειν αὐτοῖς τὸν Ἀσσύριον ἀφανιοῦντα τὴν γῆν, ἀνετείχιζε τὰς ἑαυτοῦ πόλεις, οἰηθεὶς ὅτι, κἂν εἰ μὴ βούλοιτο Θεὸς, τῆ τῶν πόλεων εὐτειχίᾳ σωθήσεται, καὶ τῆς τοῦ μαχομένου περιέσται χειρός.