Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 33-6
Not analysed yet
Oὐκοῦν ἐπαγγελλομένου Θεοῦ τὰ ἐξ ἡμερότητος ἀγαθὰ καὶ οὐ μετρίως προσκεκρουκόσι, καὶ αὐτοὶ λοιπὸν οἱ σωζόμενοι τῶν ἀτόπων ἐγχειρημάτων τε ὁμοῦ, καὶ μέντοι καὶ βουλευμάτων ἀποπαύσασθαί φασι. καὶ δὴ καὶ βοάτω μὲν Ἰούδας οὐκ εἰσελεύσομαι εἰς πόλιν, τουτέστι, τεῖχος καὶ ἕξω Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παντελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς πόλιν· Ἐσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραΐμ, ἀναφωνείτω ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω κυροῦ πορεύσομαι. ἀποπεπαύσομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα.