Ancient Greek · ~6 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 32-9
Not analysed yet
Προσεπενήνεκται τοῖς ἀνόμοις ἔθνεσι καὶ ὁ νόμῳ παιδαγωγούμενος, τουτέστιν ὁ Ἰούδας· ἀπροσωπόληπτος γὰρ ὁ Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ τετάρτη κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ’ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, καὶ μέχρις αὐτῶν δαπανῆσαι βάθρων τὴν οὕτω λαμπράν τε καὶ περιώνυμον πόλιν. καὶ πλεῖστα μὲν ὅσα τῶν ἐξ Ἰσ- ραὴλ τὰ ἐγκλήματα· μάλιστα δὲ πάντων ἐπαιτιᾶται Θεὸς τὸ ταῖς τῶν πατέρων ἀκολουθῆσαι πλάναις. οἱ μὲν γὰρ ἔτι ταῖς Αἰγυπτίων πλεονεξίαις ὑπεζευγμένοι, καὶ τοῖς ἐκεί- νῶν ἔθεσί τε καὶ νόμοις ἐντεθ ραμμένοι, μόσχῳ τὸ σέβας ἀνῆπτον· οἱ δὲ τὴν παμμόχθηρον ἐκείνην διαφυγόντες δουλείαν, καὶ τοῖς θείοις ἐντάλμασι πολυτρόπως παι. δαγωγούμενοι πρὸς τὸ εἰδέναι σαφῶς τὸ τῷ Θεῷ δοκοῦν, ἀνόπιν ἰόντες ἡλίσκοντο, καὶ εἰς τὴν τῶν πατέ- ρων κατασυρόμενοι πλάνησιν, καὶ τὸ μὴ ἐν ἴσοις ὁρᾶσθαι κακοῖς τάχα που καὶ δεδιότες ὡς ἀκαλλές. προσκεκυνή- κάσι γὰρ καὶ αὐτοὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. αἴτιον δὲ τῆς τοιαύτης αὐτοῖς γέγονε δυσσεβείας, τὸ ‘ἰπώaaιισθιιι τὸν νόμον κυροῦ, κόιὶ τὼ προττόίγμν̣aaιιι aa̓ιιτοῦ μὴ ἐθελῆσαι τηρεῖν.