Ancient Greek · ~3 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 33-10
Not analysed yet
Oὐκοῦν ἕως μέν ἐσμεν νομοφύλακες καὶ φιλόθεοι, καὶ τηρεῖν σπουδάζοντες τὰ προστεταγμένα, σοφοὶ καὶ ἀγχίνοι, καὶ ἁπάσης ἀρετῆς ἐπιστήμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοίου. τῶν πεπλουτηκότες εὑρεθησόμεθα ; νενευκότες δὲ πρὸς τὸ ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- τώμενοι. ἐσόμεθα δὲ καὶ "μερίδες ἀλωπέκων,’’ τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει Δαυείδ α Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδία αὐτοῦ, καὶ "οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.’’ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ’ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένηγα ἕνεκεν ὑποδημάτων τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς.