Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 33
Not analysed yet
Ἔφη γάρ που ὁ Χριστός “Ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς “ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήδετα.” καίτοι, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν· οἱ γὰρ μὴ πιστεύοντες, εἰπέ μοι, μενοῦσι νεκροὶ, οὐκ ἀναβιώσονται δὲ τοῖς ἄλλοις ὁμοῦ ; ποῖον οὖν ἄρα τοῖς πεπιστευκόσι τὸ περιττὸν, αὐτὸς ἡμῖν ὑπέδειζεν ὁ Σωτὴρ οὔτω λέγων “Ὁ κλέπτης οὐκ ἔρχεται “εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, “ἵναζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.” Οὐκοῦν, ἀνασ- τήσονται μὲν ἅπαντες, τονηροί τε καὶ ἀγαθοί· ἀλλ’ οὐ πάντες ἔχουσι τὸ περιττόν οἱ μὲν γὰρ οὐκ ὄντες Χρισ- τοῦ, διὰ τὸ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἐνειλημμένους ὁρᾶσθαι, θανάτου χαλεπωτέραν τὴν ἐν τελευταίοις ἕξουσι ζωήν· ἀποτίσουσι γὰρ λόγους καὶ τῶν ἐπταισμένων καὶ τῆς ἀπειθείας, οἱ δέ γε ὄντες αὐτοῦ, καὶ διὰ τοῦ Πνεύματος οἰκειότητα τὴν πρὸς θρὸν ἐκπεπλουτηκότες, καὶ ἀγαθοὶ τοὺς τρόπους, πρὸς τῇ ἀναστάσει τῇ κοινῇ, καὶ τῷ παλινδρομῆ- σαι πρὸς ζωὴν, πάντη τε καὶ πάντως ἕωουσι τὰ ἔπόμενα, τουτέστι τὰ δῶρα, τὰς τιμὰς, τοὺς στεφάνους, τὰς ἀμοιβὰς, τὴν λαμπρότητα. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, “Ἰδοὺ “μυστήριον ὑμῖν λέγω· πάνιες μὲν οὐ κοιμηθησόμεθα· οἱ “πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀθραλμοῦ, ἐν “σονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.” Ἀναβήσονται τοίνυν, φησὶν, ἀπὸ τῆς γῆς, τουτέστι, τὴν τῶν ἁγίων καὶ αὐτοὶ διαζήσονται ζωήν. Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ. μεγάλη γὰρ ὄντως ἡ ἡμέρα Χριστοῦ, καθ’ ἣν ἅπαντας ἐγερεῖ τοὺς νεκροὺς, καὶ καταβήσεται μὲν ἐξ οὐρανοῦ, καθιεῖται δὲ κατὰ τὸ γεγραμμένον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εἰ δὲ δὴ βού- λοιτό τις ἡμέραν νοεῖν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἡ ἄφεσις τῶν ἠμαρτημένων δέδοτο παρὰ χριστοῦ Ἑλλησί τε καὶ βαρβάροις, καὶ Ἰουδαίος τοῖς εἰς αὐτὸν πεπλημ- μεληκόσι, κατευθὺ καὶ οὖτος τῶν τῆς ἀληθείας βαδιεῖται λόγων. οὕτω καὶ ὁ Δαυεὶδ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι- δημίας τὸν καιρὸν ὑποφαινει λέγων “Αὕτη ἡ ἡμέρα ἣν ἐποιησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”