Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 33-12
Not analysed yet
Οὐαὶ πάλιν ἀπὸ κοινοῦ τοῖς καθεύδουσιν ἐπὶ κλινῶν ἐλεφαντίνων, τοῦτό τε κἀκεῖνο δρᾶν εἰωθόσιν. ἐπαιτιᾶται δὲ λίαν τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ τῆς τρυφῆς πλάτει παρενηνεγμένους μένους εἰς τὸ μηδὲν ὅλως ὑποκατηγόρει βλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς. κλῖναί τε γὰρ αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι’ ἀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλο- γίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ “παράγει τὸ σχῆμα τοῦ κόσμου κοσμου “τούτου,’’ κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ καθ’ ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτ‘ι λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρημένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα. ἐπικροτοῦσι δὴ οὖν τοῖς ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν ὅσον οὐδέπω παρεσομένην συμφορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς.