Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 34-12
Not analysed yet
Πάνδεινον οὖν ὡς ἀληθῶς τὸ σωματικῆς ἡττᾶσθαι τρυφῆς τοὺς χωρῶν ἢ πόλεων ἣ λαῶν ἡγεῖσθαι λαχόντας. δέον γὰρ ὃν μᾶλλον ταῖς καθηκούσαις νήψεσιν εὖ μάλα χρωμένους περιαθρεῖν τὰ συμφέροντα, καὶ κατ’ εὐθὺ τοῦ πρέποντος ἀποφέρειν τοὺς ὑπεστρωμένους, καὶ διὰ παντὸς τρόπου λελυπημένον ἐκμειλίσσεσθαι Θεὸν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που φησὶν διὰ φωνῆς ἁγίων “Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες “καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἃν γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς “Ὅτι οἱ ποιμένες “ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.