Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 33-15
Not analysed yet
Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσαπολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν ̔Ραψάκην εἰς ̔Ιεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιῶν, ἤτοι τῆ ̔Ιερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χειρόκμητα καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς.