Ancient Greek
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 34-15
Not analysed yet
Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁματρίας τῇ Σιῶν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠρρωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠρρωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος.