Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 33-5
Not analysed yet
Σκοποὺς ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ τοὺς τῶν λαῶν προεστηκότας καὶ προβεβλημένους, ὑψοῦ τε ἠρμένους διὰ τιμὴν, οἷς ἂν καὶ ἐνορῴη τις, εἰ δὴ βούλοιτο τὸν εὐθῆ τε καὶ ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, σκοπὸν “δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός ““μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ.’’ ἔθος γὰρ τοῖς τοιοῖςδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ’ οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ’ εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώζοντο· ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν διανοίας προσνέμοντες τὴν ῥοπὴν, “πλανῶντές τε καὶ πλανώ- “μένοι” διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπονθότας καταιτιᾶται αιτιᾶται καὶ νῦν τοὺς ἐκ φυλῆς Ἐφραΐμ, ἤτοι τὸν Ἰσραήλ. γέγονε γὰρ αὐτῷ φησὶ σκοπὸς μετὰ θεῶ προφήτης. ὅμοιον ὡς εἰ λέγοι, καθ’ ἕκαστον τῶν ψευδωνύμων θεῶν, καὶ ψευδό μάντις ἰδικός. ὡς γὰρ ἤδη προεῖπον, εἰς πολύτροπον ἐμερίζοντο ζοντο πλάνην. καὶ οἱ μὲν λελατρεύκασι τῷ Βάαλ· οἱ δὲ τῷ Χαμὼς, ἤγουν τῷ Βεελφεγώρ· καὶ ἐν ἑκάστῳ τεμένει πεπλαστούργητό πλαστούργητό τι, καὶ χειρόκμητον ἦν ἄγαλμά τε καὶ βρέτας, καὶ ὁ προσεδρεύων ἑκάστῳ ψευδοπροφήτης ἰδικός. καὶ διάφορος φόρος παρ’ αὐτοῖς ὁ τῆς μαντείας ἦν τρόπος. ἠρεύγοντο δὲ τοῖς προσερχομένοις τὸ δοκοῦν ἁπλῶς ὡς χρήσιμόν τε καὶ ἀναγκαῖον. οὐκοῦν ἐπειδήπερ γέγονε σκοπὸς τοῖς ἐξ Ἐφραΐμ μεθ’ ἑκάστου τῶν ψευδωνύμων θεῶν καὶ προφήτης ἰδικὸς, λοιπὸν λοιπὸν πρὸς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀσχέτως ἀπονενεύκασι. τοῦτο γέγονεν αὐτῷ καὶ καὶ σκολιοί. γὰρ ἦν κατευθύνεσθαι καὶ ὀρθῶς βαδίζειν δύνασθαί ποτε τοὺς εἰς τοσαύτην πολυθείαν ὠλισθηκότας, ὡς σὺν ἑκάστῳ θεῷ καὶ προφήτην ἔχειν ἰδικόν· καὶ προσέτι, ποιεῖσθαι σκοπὸν, τὸν τῆς εἰς Θεὸν εὐσεβείας ἀποκομίζοντα, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντα βόθροις.