Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 34-5
Not analysed yet
Προσεκτέον δὴ οὖν τοῖς ἐθέλουσι βιοῦν ἐννόμως, οὐχὶ τοῖς διδάσκουσιν ἁπλῶς, οὐδὲ τοῖς λαλοῦσι τὰ ἀπὸ καρδίας αὐτῶν, ἀλλ’ οἷς ἃν ἡ θεία καὶ ἄνωθεν ἐπιμαρτυρήσῃ χάρις τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον. τοιγάρτοι καὶ ὁ Xριστός “Προσέχετε, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται “χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι ““λύκοι ἅρπαγες.’’ θηρῶν γὰρ ἀγρίων ὀλίγα διενεγκεῖν φαμὲν ἀληθεύοντες, τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετὰς καὶ προεστηκότας, “Τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ “στόματι.’’ δαπανῶσι γὰρ ὥσπερ τὰς τῶν ἁπλουστέρων ψυχὰς, τοῖς τῆς ἀπάτης ὀδοῦσι συντρίβοντες. εἰρήσθω δὴ οὖν καὶ πρὸς ἡμῶν “Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ““ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ““ὁ κύριος. ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐν- ““τενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. ὡς ὁ κηρὸς “ὁ τακεὶς ἀνταναιρεθήσονται.”