Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 33-7
Not analysed yet
Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἱᾶσθαί τε τοὺς ἠσθενηκότας ὐπισχνουμένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ “πάντες οἱ “ἐξ ᾿Ισραὴλ, οὗτοι ᾿Ισραήλ·” καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πί- “στεως τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ.” οὐκοῦν συνεισφέρεται καὶ ἡ τῶν ἐθνῶν κλῆσις, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις ἐν Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ· κατασημαίνεται δὲ πρὸς τούτῳ καὶ ἡ τῶν πνευματικῶν χορηγία, καὶ τῆς χάριτος τὸ ἀμφιλαφὲς, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ.