Ancient Greek · ~2 min
34 to 38
Cyrillus Theol., In XII Prophetas 34-7-38
Not analysed yet
Ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ. Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλῇ’ μένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος. ᾿Ανθήσει ὡς κρίνον. ᾿Εκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν. Kαὶ βαλεῖ τὰς ῥίξας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ.