Ancient Greek · ~10 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 34-10
Not analysed yet
Οὐκ ἀνεύθυνον ἐᾷ, μᾶλλον δὲ ὑποφέρει ταῖς δίκαις, τὸν Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἢν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ “μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.’’ ἕπεται γὰρ πάντως, καὶ ἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή. Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ’ ἑκάστῳ τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ’ εἰ συνέβη τυχὸν ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει.’ καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ “ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, μένος, καθιεῖταί που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ οἰκεῖον. “Εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,” κατὰ τὴν του ἁγίου φωνὴν. οὔκουν ο του δικαιου παρασημαίνων ’τον λόγον καὶ εἰς πρόσωπον βλέπων, ὑβριεῖ που πάντως τὸ θεῖον ἀξίωμα, καὶ Θεῷ προσκρούει λέγοντι “κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν “πλησίον αὐτοῦ. ”αἰτιᾶται τοίνυν ὡς καταπωλοῦντας ἐχθροῖς τὸν δίκαιόν τε καὶ πένητα, καὶ τοῦτο δρᾶν εἰωθότας ὀλίγων ἕνεκα καὶ εὐτελεστάτων λημμάτων, ἃ καὶ μόλις τοῖς λαβοῦσιν ἀρκέσειεν ἂν πρὸς ὑποδημάτων κτῆσιν. ἀλλ’ ἦν ἄμεινον παρὰ πολὺ τὴν ὀρθότητά τε καὶ τὸ Θεῷ δοκοῦν τιμᾶν ᾑρημένους ταῖς παρ’ αὐτοῦ μᾶλλον καταμεθύειν τιμαῖς, καὶ μέντοι καὶ πλοῦτον ἔχειν τὸν ἐξ ἀγαθῆς εὐφημίας. “Αἱρετὸν γὰρ, φησὶν, ὄνομα καλὸν ἢ πλοῦτος πολύς. ἰστέον δὲ ὅτι καὶ διὰ φωνῆς Ἡσαΐου τοιοῦτόν τι φησὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Ἱερουσαλήμ “Τὸ “ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν “οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, “ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ “κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες· διὰ δὲ φωνῆς Ἱερεμίου πάλιν “Οί ἡγούμενοι αὐτῆς μετὰ δώρων “ἔκρινον.’’ ἐπάρατον οὖν πανταχῆ τὸ μὴ ὀρθήν τε καὶ ἀδιάβλητον ποιεῖσθαι τὴν κρίσιν, ἀλλ’ ἐπαχθῆ τρόπον τινὰ καὶ ἐπ’ ἀνισότητι διαβεβλημένην.