Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 34-13
Not analysed yet
Υψηλὴν ἀεὶ τὴν ὀφρὺν ἀνατείνοντες οἱ ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον “Πατέρα ἔχομεν “τὸν Ἁβραάμ.” πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ χριστοῦ “Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ “ἐποιεῖτε ἂν.” “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ- “ραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα.” ἀλλ’ ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσοβαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ Θεὸς, καὶ φίλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος. οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς τὴν τῆς ἐπαγγελίας γῆν. ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπτωνκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἃν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαίζεσθαι φιλεῖν. ἀλλ’ εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ’ ἐμοῦ καὶ ἕτεροι. μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, τουτέστι τοὺς Παλαιστίνους· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς ὑπό γε τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ βοθρου.