Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 35-10
Not analysed yet
Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ βόθρου ἐκδεδώκασιν Ἑβραῖοι, Κυρήνης. ἄποικοι δὴ οὖν γεγόνασι Παλαιστῖνοί μὲν Καππαδοκῶν, Σύροι δὲ Κυρηναίων. βόθρον δὲ ὠνόμασε τὴν Κυρήνην, καίτοι λίαν ἠρμένην καὶ ὑψοῦ κειμένην, διὰ τὸ ὥσπερ ἐν κόλπῳ κεῖσθαι βαθεῖ. πᾶσα γὰρ, ὡς ἔπος εἰπεῖν, ἢ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ πᾶσαν ἁμαρτωλῶν βαστιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἃν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευκὼς εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς.