Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 35-2
Not analysed yet
Ἔχαιρον δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πολέμου μένων ἐκτόπως τῶν πιστευόντων εἰς Χριστὸν, καὶ κοινωνοὶ τῆς ἑτέρων ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν “πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν.