Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 34-4
Not analysed yet
Ἀγαθὸς μὲν φύσει καὶ ἀνεξίκακος, '“μακρόθυμός τε καὶ “πολυέλεος’’ ὡς ἀληθῶς ὁ πάντων Δεσπότης. ἀλλ’ ἕως ἔτι τοῖς πταίουσιν ἀνεξικακεῖ, κατακρύπτεταί πὼς αὐτῶν ἔτι τὰ ἐγκλήματα· ἐπεξιόντος δὲ ἤδη καὶ δίκας ἐπάγοντος καὶ ἠρεμεῖν οὐκ ἀνεχομένου, λοιπόν ἐστιν ἐναργῆ, καὶ ἀποκαλύπτεσθαί πὼς ἤδη δοκεῖ, μόνον δὲ οὐχὶ καὶ εἰς μέσον ἠγμένα τοῖς ἁπάντων ὀφθαλμοῖς ὁρᾶσθαι φιλεῖ. τοῦτο καὶ νῦν ἔσεσθαί φησι κατὰ τοῦ Ἐφραΐμ καὶ τῆς Σαμαρείας. καὶ τὸν μὲν Ἐφραΐμ ἐνθάδε νοήσεις τὴν ἐν τῇ Σαμαρείᾳ βασιλίδα φυλὴν, ἐξ ἧς γέγονεν Ἱεροβοὰμ καὶ οἱ καθ’ ἑξῆς· Σαμάρειαν δὲ τοὺς ἐν τῇ Σαμαρείᾳ, τουτέστι τὰς δέκα φυλάς. ἀποκαλυφθήσεσθαι δέ φησι τὰς ἁμαρτίας αὐτῶν, διὰ τοιάςδε τινὰς αἰτίας. ὅτι καὶ εἰργάσαντο ψευδῆ, ψυχράν τε καὶ ἕωλον λατρείαν ἐπιτηδεύσαντες, καὶ τεχνουργοὶ γεγονότες καθάπερ ἔφην εἰδώλων, καὶ ὅτι κλέπτης, τουτέστι λῃστὴς, πρὸς αὐτὸν εἰσελεύσεται, ἀντὶ τοῦ εἰσῆλθε καὶ ἀνεπαύσατο καὶ κατέλυσε παρ’ αὐτῷ κλέπτης, ἐκδιδύσκων ἐν ὁδῷ· ἵν ἐκ τούτου φαίνηταί, φησιν, ὅτι συνᾴδουσαν ἔχουσι τὴν καρδίαν, σύμφωνον δὲ δηλονότι καὶ ὁμογνώμονα. οἱ μὲν γὰρ ἐλῄστευον τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀναβαίνειν ἐθέλοντας· οἱ δὲ πρὸς αὐτοὶς ἐμερίζοντο τὰ ἐγκλήματα, τῶν λελῃστευμένων ἀνοσίως μετεσχηκότες.