Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 35-5
Not analysed yet
Ημεραν κυροῦ φησὶ, καθ’ ἣν ἃν γένοιτο πληροῦσθαι τὰ ἐξ ὀργῆς, ἢ τῆς ἀκρίδος αὐτοῖς ἐπενηνεγμένης καὶ δαπανώσης τὰ ἐν ἀγροῖς καὶ εἰς λιμοῦ καὶ ἐνδείας πεμπούσης δείματα, καὶ αὐτὴν ἐντιθείσης τοῦ θανάτου τὴν πτοίαν, ἤγουν τῶν Βαβυλωνίων καταφθειρόντων ἅπαντα, πόλεσί τε καὶ κώμαις ἐπιφυομένων, ἄλλο τε ἐπ’ ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιρριπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ’ ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ’ ὧνπερ ἦν εἰκὸς καλ’ γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύνασθαί τὴν παραψυχὴν τοὺς τῆ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ καλούντων ἐφ’ ἑαυτοῖς τῶν ληίων, βότρυός τε καταπερκάζοντος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρακειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν κα) ἐξ οἴκου κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς.