Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 36-5
Not analysed yet
Εὑρήσομεν δὲ τοιοῦτόν τι πεπονθότας καὶ αὐτοὺς μάλιστα δὴ τοὺς εἰς χριστὸν πεπαρῳνηκότας. γέγονε μὲν γὰρ αὐτοῖς ἐν ὀφθαλμοῖς ἤδη πὼς ὁ ἄρτος τῆς ζωῆς “Ὁ ἐκ τοῦ “οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ,’’ “ὁ κόκκος “τοῦ σίτου ὁ πεσὼν εἰς τὴν γῆν,’’ καὶ πολλοστὸς ἀναφὺς, οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ’ αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῆρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ’ αὐτοῖς εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ διατελοῦσιν οἱ τάλανες “Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, “οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας “οὔτε δήλων.”