Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 36-4
Not analysed yet
Tουτὶ τὸ διήγημα διερμηνεύει λέγων ὁ προφήτης Ὠσηέ Ὡς λέων ἐρεύξεται. τίς ἐρεύξεται; Κῦρος δηλονότι. ὅμοιον ὡς εἰ λέγοι τυχὸν Δεῖνόν καὶ διαβριθὲς κατὰ τῆς Βαβυλωνίων, ὁ παρὰ Κύρου κτυπήσει πόλεμος. ὠρυομένου δὲ αὐτοῦ, καὶ οἱονεί τινος λέοντος κατακεκραγότος τῶν δι’ ἐναντίας ἐκστήσονται τέκνα ὑδάτων. καὶ τὸ μὲν ἐκστήσονταί φησιν, ἀντὶ τοῦ καταπλαγήσονται. τέκνω δὲ ὑδάτων, τοὺς Βαβυλωνίους φησὶν, οἳ τοῖς τῶν ὑδάτων τέκνοις, τουτέστι, τοῖς ἐν ὕδασι νηκτοῖς, ἤγουν ἰχθύσι παραχωροῦντες οὐδὲν εἰς δειλίαν, εὐπτόητοί τε καὶ ἄνανδροι διὰ πείρας αὐτῆς γεγονότες ἁλώσονται. ἑτοιμότατον δὲ πρὸς δειλίαν τῶν ἰχθύων τὸ γένος, καὶ φεύγει μὲν κτύπους, παραιτεῖται δὲ καὶ τὴν τοῦ θηρῶντος σκιάν. ὅταν τοίνυν ἐρευγομένου Κύρου, φησὶ, καὶ δεινόν τι καὶ φρικῶδες τῆς Βαβυλωνίων καταλαλάζοντος, καταπλαγείη τῷ φόβῳ τὰ τῶν ὑδάτων τέκνα, τουτέστιν, οἱ Βαβυλώνιοι τοῖς ἰχθύσιν εἰς δειλίαν παραχωροῦντες οὐδέν. τότε καὶ ὀρνέου δίκην καὶ περιστερᾶς ἀποπτησονται τῆς Αἰγύπτου καὶ οἱ πάλαι συμπεφευγότες ἐν αὐτῇ· ἀποδραμοῦνται δὲ τῆς Χαλδαίων καὶ οἱ τῆς αἰχμαλωσίας ἐναλόντες τοῖς βρόχοις. ἐπανήξουσί τε λοιπὸν, καὶ οἰκήσουσι τὴν ἑαυτῶν.