Ancient Greek · ~2 min
37 to 38
Cyrillus Theol., In XII Prophetas 37-5-38
Not analysed yet
Ἐξὸν οὖν ἔχειν τὰ ἀγαθὰ, Θεῷ τῆς διανοίας ὑποφέροντας τὸν αὐχένα, καὶ ὑπ’ αὐτῷ πράττοντας μόνῳ, μὴ ἐθελονταὶ βαδίζωμεν ἐπὶ τὸ λυποῦν, αὐτόκλητον ὥσπερ ἐφ’ ἑαυτοῖς κατασύροντες κίνησιν· καίτοι μετὸν, ὡς ἔφην, ἐν βεβαίῳ κεῖσθαι τῆς εὔημερίας, κατευφραίνοντας ῥαίνοντας τὸν Δεσπότην διὰ τῆς ἐννόμου πολιτείας καὶ ζωῆς, καὶ τῆς εἰς αὐτὸν γνησιότητος. Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραΐμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα.