Ancient Greek · ~10 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 36-8
Not analysed yet
Υπαντᾷ πάλιν οἰκονομικῶς ὁ λόγος τοῖς εἰωθόσι φιλοψογεῖν, καὶ τῆς ἐνούσης Θεῷ γαληνότητος ἀβουλότατα καταφλυαρεῖν ἐκ πολλῆς ἄγαν ἀποπληξίας. ἀνθ’ ὅτου γὰρ δή· φαῖεν ἂν ἴσως τινές· ἀτίθασον οὕτω καὶ δύσοιστον κομιδῇ τοῖς ἐξ Ἰσραὴλ ἐπιφέρει δίκην, καίτοι κατὰ φύσιν ὑπάρχων ὁ Θεὸς ἀγαθός; ἀπολογεῖται δὴ οὖν τρόπον τινὰ διὰ τούτων καὶ ἀποτόμου λοιπὸν ὀργῆς ἀποφαίνει δεδεη- μένους· ἐν ταὐτῷ δὲ δείκνυσιν, ὅτι πλήττει μὲν ἐν ἀρχαῖς ἡμερώτερον τοὺς ἡμαρτηκότας, οὐ δίκας αἰτῶν, ἀλλ’ ἐξ ἐμφύτου φιλανθρωπίας ἐπιστρέφων εἰς ἑαυτὸν, καὶ οἱονεὶ “μάστιγί τε καὶ πόνῳ μετατιθεὶς ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον. γεγονότας γὰρ ἐν οἷς ἔφην, καὶ οὐκέτι φορητὰ δεδυσσεβηκότας, γομφιασμῷ τε ὀδόντων ἐπαίδευε, καὶ μὴν καὶ ἄρτων ἐνδείᾳ, τουτέστι λιμῷ. καὶ οὐκ ἐπεστρέψατε πρὸς με, λέγει Κυριος. ανεσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τρῶν μηνῶν τοῦ τρυγητοῦ, ἤγουν· ὡς Ἑβραῖοι μᾶλλον ἐκδεδώκασι πρεπωδέστερον· πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ, ὅτε μάλιστα τοῖς ληίοις ἡ τοῦ καταρδεύεσθαι χρεία πολλή τε καὶ ἀναγκαία πρὸς τελεσφόρησιν. γέγονε δέ φησι τοσαύτη σπάνις ὑδάτων, ὡς κράτει τε καὶ ψήφῳ Θεοῦ τοῦ πάντα εἰδότος, ὕεσθαι μὰ πόλιν, πόλιν, ἀφαυαίνεσθαι δὲ τὴν ἑτέραν· συναγείρεσθαι δὲ αὖ δύο τε καὶ τρεῖς εἰς μίαν, καὶ οὕτως ἔτι διψῆν. καὶ οὐκ ἐπεστρεψατε πρὸς μὲ, λέγει Κύριος. συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν τοῖς ἐξ Ἰσραὴλ ἱστορικῶς τε ἅμα καὶ πνευ- ματικως. ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητής Ἠλίας “ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο “τοῦ. μὴ βρέξαι ὑετὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἔβρεξεν ἐπὶ “ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἔξ.” καὶ λιμὸς γέγονεν ἀπηνὴς οὕτως ἐν Σαμαρείᾳ, ὡς κεφαλὴν ὄνου πολλῶν πιπράσκεσθαι δηναρίων. ἀλλὰ καὶ ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας ἀνεσχε τὸν ὑετὸν ὁ τῶν ὅλων Θεός. καὶ γοῦν τοὺς περὶ τῆς ἀβροχίας πεποίηται λόγους “Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ “πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτίσθησαν ἐπὶ τῆς γῆς, “καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη, καὶ οἱ μεγιστᾶνες “αὐτῶν ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ· ἤλθο- “’σαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, ἀπέστρεψαν “τὰ ἀγγεῖα αὐτῶν κενά. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπον, ὅτι “οὐκ ἦν ὑετός. ᾐσχύνθησαν οἱ γεωργοὶ, ἀπεκάλυψαν τὴν “κεφαλὴν αὐτῶν. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέ- ιιλίπον, ὅτι οὐκ ἦν βοτάνη. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, “εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ “ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.” δεδυσσεβηκότων δὴ οὖν οὐ μετρίως τῶν ἐξ Ἰσραὴλ ἀνέσχε τὸν ὑετὸν καὶ γομφιασμὸν ὀδόντων καὶ εἴπειαν ἄρτων ἐν πάσαις αὐτοῦ ταῖς πόλεσιν ἐδίδου Θεός.