Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 37-9
Not analysed yet
Αλλ’, ὡς ἔφην ἀρτίως, πεπονθότας αὐτὸ καὶ νοητῶς τροφὴ μὲν γὰρ καὶ ποτὸν τοῖς ἐκ γῆς σώμασι, τὰ ἀπὸ τῆς γῆς, καὶ ὕδωρ τὸ αἰσθητόν· ψυχὴ δὲ ἀνθρώπου θείοις τε καὶ οὐρανίοις ἀποτρέφεται λόγοις. νᾶμα δὲ αὐτῇ τὸ πνευματικὸν, καὶ πηγὴ κατάρδουσα νοητῶς ἡ θεόπνευστος γραφὴ, τὸ Χριστοῦ λαλοῦσα μυστήριον. ἀλλ’ ὥσπερ ὀδόντες εἰ πάθοιεν τὸν γομφιασμὸν, ἀδρανέστεροί πὼς ἂν εἶεν εἴς γε τὸ δύνασθαι καταμασᾶσθαί τι, καὶ καταλεαίνειν τροφήν· οὕτως καὶ ἀνθρώπινος νοῦς κατολισθήσας ἐπὶ τὸ ἄναλκι, καὶ τὸ τῆς νωθείας ἀῤῥώστημα μὰ παθὼν, οὐκ ἃν δύναιτο πνευματικῆς ἐφικέσθαι γνώσεως, καί τι καὶ τῶν ἐν θεωρίαις ταῖς ἄγαν ἰσχναῖς εἰς πέψιν ἑλεῖν. ἐπαχύνθη τοιγαροῦν ἡ καρδία τοῦ Ἰσραήλ· συνῆκε γὰρ οὐδαμῶς τὸ Χριστοῦ μυστήριον· ταύτῃτοι καὶ ἔνδειαν ἄρτων ἐσχήκασι τῶν πνευματικῶν καὶ ὕδατος σπάνιν, ἐπεὶ μὴ ἔχουσι τὸν τρέφοντα Λόγον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ, τὸν κατάρδοντα ψυχὰς τῆ τοῦ Πνεύματος χάριτι, τὴν ζῶσαν πηγὴν, τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν, τὴν διὰ νόμου καὶ προφητῶν παράκλησιν. ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας “Ἐνετείλατο ταῖς νεφέλαις τοῦ “μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.”