Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 36-9
Not analysed yet
Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες.