Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 37-10
Not analysed yet
Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πὼς τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προκριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ’ ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἃν μάθοις. ἐπ’ αὐτοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, Προσέθεσαν δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται.