Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 37-6
Not analysed yet
Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐξῃρῆσθαί φαμεν ἐξ ὀφθαλμῶν αὐτῶν τά τε βρώματι καὶ τὴν εὐφροσύνην καὶ χαρλαν. ἔφη μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς, ὅτι “Οὐκ ἐπ’ “ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι “ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.’ νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἃν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματικῆς· οὐ νενοήκασι τὰ Μουσέων. καὶ γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς “παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “κεῖται·’’ μεμισήκασι δὲ τὰ διὰ χριστοῦ θεσπίσματα. ὠλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς. ἀλλ’ ὅ γε κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐνσπαταλᾶν ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι “Οὐ “λιμοκτονήσει κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.