Ancient Greek · ~1 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 38-3
Not analysed yet
Ἐκύκλωσαν Ἰουδαίους τὰ διαβούλια αὐτῶν, καὶ ἐπίγε τοῖς κατὰ Χριστόν. ἀπεκτόνασι μὲν γὰρ τοὺς προφήτας, ἀνεξικακοῦντος ἔτι Θεοῦ· ἐπειδὴ δὲ γεγόνασι καὶ κυριοκτόνοι, ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, καὶ πάσας αὐτῶν τὰς κακίας ἐμνήσθη ὁ τῶν ὅλων Θεός. Ἐν ταῖς κακίαις αὐτῶι ηὔφραναν βασιλεῖς, κω έν τοῖς ψεύδεσιν αὐτῶ ἄρχοντας.