Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 39-3
Not analysed yet
Ἔδει δὴ μᾶλλον ἀγαθουργοῦντας, φησὶ, καὶ ζῆν ἑλομένους ἐννόμως, ἐξημεροῦν ἐφ’ ἑαυτοῖς τὸν λυτρωτὴν, καὶ κατεθφραίνειν τὸν σώζοντα, καὶ ἄμαχον ἔχοντα πρὸς τοῦτο ἰσχύν. οἱ δὲ τοῦτο μὲν οὐ δεδράκασι, ῥᾴθυμοι δὲ γεγονότες λίαν περὶ τὸ σφίσιν αὐτοῖς ἀναγκαῖον εἰς ζωὴν καὶ χρήσιμον εἰς εὐ ημερίαν, ἐν οὐδενὶ μὲν πεποίηντο λόγῳ τὸ προσκρούειν Θεῷ· συνυπεκρίνοντο δὲ τοῖς ἑαυτῶν βασιλεῦσι, καὶ τοῖς ἡγουμένοις, τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων συνδρομῇ κατευφραίνοντες, καὶ τὰ λυποῦντα Θεὸν εἰς ἡδονήν τε καὶ τέρψιν τοῖς πλανῶσι δωροῦ μένοι. αἰτιᾶται δὲ πάλιν, ὡς τῷ Ἰεροβοὰμ καὶ τοῖς ὑπ’ αὐτὸν ἄρχουσι συνδεδραμηκότας, καὶ ἀμελλητὶ κατανεύσαντας τὴν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπινοοῦντι βεβήλωσιν, καὶ πρὸς ἑτέραν λατρείαν ἀνοσίως αὐτοὺς ἀποκομίζειν ἐθέλοντι. ἔδει γὰρ ἔδει τοῖς ἐκείνων σκέμμασι καὶ ἐκτόποις ἄγαν ἐπιχειρήμασιν ἀντεξάγειν γενικῶς τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον, καὶ πειρᾶσθαι κωλύειν ἀφραίνοντας, οὐχ ἑτοίμως ἰόντας εἰς συναίνεσιν κατευφραίνειν αὐτοὺς.