Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 38-6
Not analysed yet
Τὰ μὲν πρόσοικα τῶν ἐθνῶν τῆς Ἰουδαίων γῆς, Ἄραβάς τε φημὶ καὶ Τυρίους, Γετθαίους καὶ Φυλιστιεὶμ, Μωαβίτας καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν, καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανικοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστε4ίλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκειρέσθω φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. είσπορεύεσθε γάρ φησι, πατεῖτε, διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλῦον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια· σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς καταπάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς. τὸ πλῆθος δὴ οὖν τῶν ὑπὸ πόδας κειμένων ὑποδηλοῖ λέγων Υπερχεῖται τα ὑπολήνια.