Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 39-8
Not analysed yet
Ἠχοῖ ἐξηχησαν ἐν τῆ κοιλάδι τῆς δίκης. καὶ τί δὴ τοῦτο ἐστιν; ἔθος τοῖς ἁγίοις προφήταις τὰ ἐσόμενα προαπαγγέλλειν, καὶ ἐν αὐταῖς ἔσθ’ ὅτε γίνεσθαι ταῖς τῶν πραγμάτων φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερεμίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχδοόσορ, καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἠρπάζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς “ἀνῃρημένοις.” τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακάριος Ἰωήλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοίλωι τῆς δικης. καὶ κοιλαδα μὲν δικης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνεηγμένων, ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν νικώντων ἀλαλαγμούς. . συμβαίνει γὰρ ἐν πολέμοις καταστένωειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι.