Ancient Greek
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 38-7
Not analysed yet
Τοῦτο νοήσεις διχῆ· ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι πεφρονήκασιν ὑπέρογκα, καὶ θεοστυγοῦς ἀλαζονείας εἰς τοῦτο ἥκασι μέτρον, ὡς παραιτεῖσθαι καὶ ἀδελφοὺς, εἰ μὴ πλούτῳ περι- χέοιντο καὶ λαμπρὰς ἔχοιεν τὰς περιουσίας, μίσει δὲ ὥσπερ ἰέναι καὶ κατὰ ταὐτὸν τοῖς οὐκ ἄγαν ἐξησκηκόσι τὸ φιλοχρήματον πάθος, οἳ καί εἰσι ταπέινοὶ, τὸν εἰκαῖον τοῦ βίου διωθούμενοι σάλον· ἤγουν ὅτι καθηγηταὶ γεγονότες καὶ λαῶν ἡγούμενοι, παρευθύνουσι τὴν ὁδὸν τῶν ἀσθενεστέρων ἤτοι τῶν ταπεινῶν, δῆλον δὲ ὅτι τῶν οἴκοθεν μὲν οὐκ ἐχόντων τὴν τοῦ συμφέροντος εἴδησιν ἀκριβῆ, προσκειμένων δὲ μᾶλλον ταῖς τῶν παιδαγωγούντων φωναῖς. πλείστη δὲ ὅση πληθὺς ἡ τοιάδε. ζῶσι μὲν γὰρ ἀπεριεργότερον καὶ ἐν ἁπλότητί τινες, ἀπήρτηνται δὲ τῆς τῶν διδασκόντων φωνῆς ἤτοι παιδαγωγίας, καὶ ἥνπερ ἃν μάθοιεν εὖ ἔχειν ὁδὸν, ἀγαπῶσι λίαν. οὐκοῦν οἱ μὲν σοφοὶ καὶ θεοφιλεῖς τῶν καθηγεῖσθαι λαχόντων, τὴν ἐπ’ εὐθὺ δεικνύουσι τρίβον, δι’ ἧς μάλιστα διάττοντες τὴν ἁνδάνουσαν τῷ Θεῷ κατορθοῦσι ζωήν. οἱ δὲ δὴ μικρὰ τοῦ θείου πεφροντικότες νόμου, παρευθύνουσι τῶν ταπεινῶν τὴν ὁδὸν, ἔξω τοῦ εἰκότος καὶ τοῦ πρέποντος ἀληθῶς γενέσθαι παρασκευάζοντες· ὁποῖόν τι δέδρακεν Ἱεροβοὰμ, ἀναπεπεικὼς προσκυνεῖν ταῖς χειροκμήτοις δαμάλεσι· καὶ ἀποστήσας ὁδοῦ τῆς εἰς εὐθύ τε καὶ ἀγαθῆς, τοῦ προσκεῖσθαί φημι τῷ φύσει τε καὶ ἀληθῶς Θεῷ καὶ Δεσπότῃ. Ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν οἱ λέγειν οὐ παραιτούμενοι τῷ νηπίῳ τὰς φρένας “Ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον “αἵματος ἀδίκου. ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν καὶ οἱ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παρατρέποντες ἔπι γε τό σφισι δοκοῦν, καὶ σκολιὰν καὶ διεστραμμένην ἰέναι τρίβον τὸν τῶν ἁπλουστέρων ἀναπείθοντες νοῦν· καὶ. γάρ ἐστι παρ’ αὐτοῖς ὀρθὸν μὲν οὐδὲν, ἐκτετραμμένα δὲ μᾶλλον καὶ ἀκαλλῆ ῥημάτια, καὶ συνθῆκαι λόγων, ἀσεβείας τε ὁμοῦ καὶ ἀμαθίας ἔμπλεα.