Ancient Greek · ~2 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 39-9
Not analysed yet
Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ’ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ’ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.