Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 39
Not analysed yet
Ἡμέραν μὲν οὖν ἐν τούτοις τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ὀνομάζει καιρόν. κεκλήσεται γὰρ ἠμέρα κυρίως τε καὶ ἀληθῶς τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ὀ καιρὸς, καθ᾿ ὃν Ἡ ἐν κόσμῳ λέλυτα μὲν ἀχλὺς, ἠφάνισται δὲ καὶ τὸ σκότος· λαυπραὶ δὲ ὥσπερ ἀνίσχουσιν ἀυγαὶ κατὰ νοῦν τοῖς πεπειστε; κόσι, καὶ ὁ τῆς δικαιοσύνησ ἐπέλαμψεν ἥλιος, τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς ἐνιεὶς τοῖς ἀνευρύνειν εἰδόσι τῆς διανοίας τὸν ὀφθαλμόν. κατ᾿ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, κεκλημένη πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος θεοῦ, καταλήξει μὲν τῆς ἀρχαίας ἐκείνης καὶ στυγητῆς ἐλαθρίας· εὐπαράξορος δὲ οὐκέτι πρὸς ἀποστασίαν ἔσται. πόθεν; βεβηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς βηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς εὐσέβειαν ἕξει τὸν νοῦν, ὡς μηδὲ ὅσον εἰπεῖν εἰς λόγου χρῆσιν ἐλθεῖν τὰ τῶν εἰδώλων ὀνόματα. καλεσει γάρ με Φησὶν Ὁ ἀνήρ μου, καὶ οὐ καλεσει με οὐκετι Βααλεὶμ, τουτέστιν, ἀποπεπαύσεται τοῦ εἶναι μαχλὰς, καὶ παραιτήσεται μὲν τὸ προνεύειν ἔτι, ποιήσεται δὲ περὶ πολλοῦ τὸ εἶναι γνησία, καὶ ὁμολογήσει τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν πνευματικήν. ἐπικαλέσεται δὲ οὐδαμῶς τὰ Βααλεὶμ, θεοὺς εἶναι νομίζουσα τὰ ἐκ λίθων πεποιημένα, καὶ ταῖς τινων Οὐκοῦν ἐμὲ μὲν φησὶ καλέσει Ὁ ἀνήρ μου. σώφρων γὰρ οἷά τις καὶ ἐπιεικεστάτη γυνὴ ποιήσεται πρός με τὴν ἀποστροφήν, ἀγαπήσει δὲ λοιπὸν τῶν ἄλλων οὐδένα, ἐπικαλέσεται δὲ οὐκέτι τὰ Βααλείμ. καὶ καθ᾿ ἔτερον δὲ τρόπον, εἴπερ τῳ δοκεῖ, τὸ εἰρημένον ἐκδέξεται.