Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 40
Not analysed yet
Βααλεὶμ μὲν γὰρ ὁμολογουμένως σημαίνεται τὰ εἴδωλα. ἐν ἔθει δὲ ἦν ταῖς Ἑβραίων γυναιξὶ τοὺς ἰδίους ἄυδρας τοῖς τῶν ψευδωνύμων θεῶν ὀνόμασιν ἀποκαλεῖν, δέ φασι τοῦ τοιοῦδε πράγματος, Νῖνον τὸν Βαβυλώνιον, ὅς τὸν ἴδιον πατέρα μετωνόμασε Βῆλον, ἐκ τοῦ παρ᾿ αὐτοῖς εἰδώλου, φημὶ δὴ τοῦ Βήλ. ὅτι τοίνυιν ἀποπεπαύσεται καὶ τῆς οὕτως αἰσχρᾶς συνηθείας, καταμεμήυνκεν εἰπών Καλε; σει με Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με οὐκετι Βααλείμ. εἰ γὰρ ἕλοιτο, φησὶν, ἄνδρα τυχὸν ὀνομάζειν ἐμὲ, προσερεῖ δὴ πάντως Ὁ ἀνήρ μου, καὶ οὐκέτι τοῖς τῶν εἰδώλων ὀνόμασι τιμῶσα καλέσει. ταύτῃ τοι φησίν ὅτι καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.