Ancient Greek · ~4 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 39-13
Not analysed yet
Ἕτεροι μὲν γὰρ, φησὶ, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνειἀπ’ λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ’ ἐκείνοις δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ’ ἐκείνους· πόθεν ; ἀλλ’ οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπέρ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς αωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι b τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.