Ancient Greek · ~3 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 40-13
Not analysed yet
Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονονουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων “Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ “τὸ ποτήριον τοῦτο, γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφᾶλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα- “λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ’τον ὅσιον “σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σάρξ αὐτοῦ οὐκ εἰσε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.