Ancient Greek · ~9 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 39-15
Not analysed yet
Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ’ ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῆ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουὴλ “Ἴδου σὺ γεγήρακας, “καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν “κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ “τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- “μοῖς Σαμουὴλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν “ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε “Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ “ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ “ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς.” εἰτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες “Οὐχὶ “ἁλλ’ ἢ βασιλεὺς ἔσται ἐφ’ ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς “καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, “καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν “πόλεμον ἡμῶν.’’ οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασιλέα, φησὶν, ᾐτήσω λέγων, προπορεύσεται “πρὸ προσώπου “ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει.” μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών. ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, φησὶ, τληπαθὴς ἕσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔση μακρὰν τῶν προσδοκωμένων· ἀλλ’ οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομινσθήσεαι πάλιν κατοικτείροντος Θεοῦ.