Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 40-15
Not analysed yet
Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους μένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξερριμμένοι “ἦς ἐστι “τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,’’ τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται.