Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 39-4
Not analysed yet
Οτι μὴ μάτην αὐτοῖς τὸ καταφθαρῆναι συμβέβηκεν, ἀλλ’ ἐν δίκῃ, λοιπὸν πειρᾶται διδάσκειν. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπελεξάμην αὐτοὺς, ὡς ἐν ερημῳ σταφυλὴν εὑρὼν, καὶ ὡς σῦκον πέπειρον ἀπὸ συκῆς ἁρπάσας· ἐξήγαγον γὰρ τῆς Αἰγυπτίων χώρας, εἰδωλολατρούσης ὅλης καὶ πεπλανημένης, καὶ πολλὴν νοσούσης τὴν ἐρημίαν παντὸς ἀγαθοῦ. τί οὖν οἱ ἀπόλεκτοι, οἱ διὰ τῆς ἐμῆς ἡρπαγμένοι χειρός; προσκέκλινται τῷ Βεελφεγὼρ, ἐξῆλθον οἰκειότητος τῆς πρός με εἰς αἰσχύωην. τοῦτό ἐστι τὸ ἀπηλλοτριώθημεν εἰς αἰσχύνην. αἰσχύνην δὲ ὀνομάζει τὸν εελφεγώρ. ἦν γὰρ ἐν ἀκαλλεστάτῳ σχήματι τῶν ἄλλων μάλιστα, καὶ ἄσεμνον ἰδεῖν.