Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 40-4
Not analysed yet
Οὐκοῦν, ἀγαπῶντες μὲν τὸ εἶναι μετὰ Θεοῦ, καὶ τιμῶντες ὡς καλέσαντα καὶ ἐπιλεξάμενον, καὶ ὥσπερ ἐξ ἐρήμου καὶ ἀκανθοτόκου γῆς ἁρπάσαντα τῆς ἐν τῶδε τῶ κόσμω κατα- στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ καὶ εὐλόγως μεμίσηνται. “Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “Ὥστε ὁ “δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’