Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 39-5
Not analysed yet
Φύσει μὲν ἀγαθὸς ὢν καὶ φιλοικτίρμων ὁ Θεὸς, καὶ ἀνεθέλητον ἔχει τὸ πλήττειν ὅλως τινὰς, καλεῖται δὲ καὶ ἀναγκαίως εἰς ἀγανάκτησιν ἐπιστρεπτικὴν, ὅταν ἴοι τινῶν πέρα λόγου τε καὶ μετροῦ τὰ ἐγκλήματα. τοῦτο διδάσκει πάλιν ἡμᾶς διὰ τῶν προκειμένων. μονονουχὶ γάρ φησι τῇδε κἀκεῖσε, καὶ οἱονείπως ἐν κύκλῳ τὸν τῆς θεότητος ὀφ- θαλμὸν ἐνιέντι τε καὶ περιφέροντι, πανταχῆ τὸ ψεῦδος καὶ τὴν ἀσεβειαν ἦν ἰδεῖν τοῦ τε Ἐφραΐμ καὶ τοῦ Ἰούδα. ψεῦδος δὲ ἀποκαλεῖ τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ τὴν τῶν ματαίων προσκύνησιν· ἀσεβειαν δὲ τάχα, τὴν ὕβριν τὴν κατὰ Θεοῦ. πῶς γὰρ οὐκ ἀσέβεια δεινὴ καὶ ἐκτοπωτάτη, τὸ ἀποσείεσθαι μὲν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, προςκλίνεσθαι δὲ ἀμαθῶς ξύλοις τε καὶ λίθοις· ἤγουν προσκυνεῖν τῇ κτίσει παρὰ τὸν ποιητὴν, καὶ δεσποτικοῖς ὑψώμασιν ἐπιχειρεῖν στεφανοῦν τὰ παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμενα;