Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 4
Not analysed yet
Ινα τοίνυν εἰδεῖεν ἕκαστα σαφῶς, ἀκουόντων ὅτι τὴν τοῦ πατρὸς βασιλείαν περιέπων κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομῶν, ἀνεδείματο μὲν τῷ Θεῷ τὸν διαβόητον ἐκεῖνον καὶ ἀξιάγαστον νεών· ἀλλὰ καίτοι λίαν γεγονὼς διαπρεπὴς διά τε πλούτου λαμπρότητα καὶ περιουσίαν χρημάτων, εἰς γῆρας ἐληλακὼς, διά τοι τὴν εἰς γυναῖκας αἰδῶ προσκέκρουκε τῷ Θεῶ. καὶ ποῖος αὐτῷ γἐγονε πλημμελείας ὁ τρόπος, τὸ ἱερὸν ἡμῖν ἀφηγήσεται γράμμα· γράμμα. ἔχει γὰρ οὕτως “καὶ 5 ὁ βασιλεὺς ἔλαβε γυναῖκας ἀλλοτρίας, “καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύ “ρας καῖ Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῤαιας, ἐκ τῶν ἐθνῶν “ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραὴλ Οὐκ εἰσελεύσεσθε “εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ “ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν· “εἰς αὐτὰς ἐκολλήθη Σολομῶν τοῦ ἀγαπῆσαι· καὶ ἦσαν “αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια- “κόσιαι· καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομῶν καὶ “ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ “ὀπίσω θεῶν ἑτέρων· καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία “μετὰ ε κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυεὶδ “πατρὸς αὐτοῦ. καὶ ἐπορεύθη Σολομῶν ὀπίσω Ἀστάρ- “της ε βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ Βάαλ “υἱῶν Ἀμών. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον “κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω κυρίου, ὡς Δαυεὶε ὁ “πατὴρ αὐτοῦ. τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ “Χαμὼς εἰδώλῳ Μωὰρ, καὶ τῶ Βάαλ εἰδώλῳ υἱῶν Ἀμὼν, “καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. καὶ οὕτως “ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ “ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὀργίσθη “θυμῷ κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ “ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ “ἐντειλαμένου 4 αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ “μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων· καὶ φυλάξαι καὶ “ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ κύριος ὁ Θεός.”