Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTHΝ ΩΣΗΕ.
Cyrillus Theol., In XII Prophetas 5
Not analysed yet
Απάσης μὲν οὖν ἐπέκεινα δυσσεβείας τὰ τοῦ Σολομῶντος ἐν γήρει τολμήματα. τί γὰρ ἂν γένοιτο τῶν οὕτως ἐκτόπων πλημμελημάτων τὸ δυσαχθέστερον; ἢ πῶς οὐ πέρα λόγου παντὸς, ἀλογῆσαι μὲν τιμῆς καὶ ἀγάπης τῆς εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τὸ δὲ αὐτῷ καὶ μόνῳ προσὸν ἀξίωμα καὶ τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀνάπτειν καὶ ξύλοις; ἐπειδὴ δὲ ἥλω πεφρονηκώς τε καὶ δράσας ἃ μηδὲ θέμις εἰπεῖν, καὶ τοῖς οὕτως αἰσχροῖς πλημμελήμασιν ἔνοχος γεγονὼς κατεφωρᾶτο, λοιπὸν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός “Ἀνθ' ὧν “ἐγένετο “ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς “μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων “σων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσω “αὐτὴν 5 τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου οὐ “αὐτὰ, 3 διὰ Δαυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ “λήψομαι αὐτήν. πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· “σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου, διὰ Δαυεὶδ τὸν δοῦλόν “μου, καὶ διὰ Ἰερουσαλήμ τὴν πόλιν ἣν ἐξελεξάμην.” Ἐπειδὴ γὰρ, ὡς ἔφην, τῆς εἰς γυναῖκας ἐπιθυμίας ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομῶν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τὴν τοῦ Θεοῦ βασιλείαν διέρρηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν, ταύτῃ τοι, καὶ μάλα εἰκότως, διαρρηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν τῷ προφήτη γεγραμμένον Ἰεζεκιήλ “καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου “ἀνταποδοθήσεται εἰς κεφαλήν σου.’’