Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 4-2
Not analysed yet
Εἶτα μετὰ τοῦτο τελευτήσαντος τοῦ Ἅχαξ, βεβασίλευκεν Ἐξεκίας υἱὸς αὐτοῦ ἐπὶ τὸν Ἰούδαν ἐν Ἰερουσαλήμ. οὗτος ἀνὴρ γέγονεν εὐσεβὴς, καὶ τῶν ὅτι μάλιστα δικαιοσύνης ἐπιμελομένων, ὡς ἀσύγκριτον ἔχειν παρὰ τοὺς ἄλλους τῆν’ ἐν τε τούτῳ διαφοράν. “Αὐτὸς καθεῖλε τὰ ὑψηλὰ, καὶ τὰ ἄλση, “φησὶν, ἐξέκοψε· καὶ ἦν κύριος μετ’ αὐτοῦ. αὐτοῦ βασιλεύοντος ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς· καὶ πολιορκήσας, εἷλεν ἀμογητί. τότε καὶ ὁ Ῥαψάκης αὐτοῖς τοῖς Ἱεροσολύμοις ἐπιπηδᾷ, καὶ ἀπύλωτον ἀνοιγνὺς κατὰ Θεοῦ τὸ στόμα, τὰς παμβλασφήμους ἐκείνας ἀνίει φωνάς· τότε καὶ πεπτώ- κάσιν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἐν μιᾷ νυκτὶ, ἀγγέλου χειρὶ δαπανώμεναι. ταῦτα χρησίμως εἴρηται πρὸς τὸ παρόν· ἑκάστῳ γὰρ τῶν συμβεβηκότων ἐφαρμόσειεν εὐτέχνως τῆς προφητείας ὁ λόγος. ποτὲ μὲν γὰρ ἐπιτιμᾷ τοῖς ἐν Σαμαρείᾳ, ποτὲ δὲ τοῖς ἐν Ἱεροσολύμοις ἀπειλεῖ τὰς ἐφόδους· προαπαγγέλλει τὰς αἰχμαλωσίας· προκαταμηνύει τὸν φόβον· ἐπαγγέλλεται τὴν ἐπικοῦ καλεῖ καλεῖ πρὸς ἐπιστροφήν· καὶ οὐδεὶς τῇ προφητείᾳ καταλέλειπται λόγος ἢ τρόπος τῶν ἀναγκαίων εἰς ὄνησιν, τοῖς τοτηνικάδε πεπλανημένοις. τοίνυν φησίν·