Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 4-3
Not analysed yet
Τί τοίνυν τὸ κεχυμένον ἐπὶ τῆς γῆς; ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία. καὶ αἴματα ἐφ' αἴμασι μίσγουσι. καὶ τίς ἡ ἀρά; καταλαλιὰ καὶ ὕβρις. διαλελοίπασι γὰρ οὑδαμῶς τῶν Ἐβραίων οἱ δῆμοι περιυβρίζοντες τὸν Ἰησοῦν, ἀθύρῳ τε καὶ ἀχαλίνῳ γλώσσῃ κατεπεμβαίνοντες, ὥς ποτε μὲν Σαμαρείτην, ποτὲ δὲ μέθυσον ἀποκαλεῖν, καὶ ἐκ πορνείας γεγεννημένον. ᾤοντο γὰρ κατὰ σφᾶς τὴν ἁγίαν μεμοιχεῦσθαι Παρθένον. οὐκοῦν ἡ ἀρὰ μὲν ἐν τούτοις. κατεψεύδοντο δὲ καὶ τῆς δόξης αὐτοῦ, δαιμόνοιν ἔχειν λέγοντες αὐτὸν, καὶ ταῖς τοῦ Βεελζεβοὺλ δυνάμεσιν ἀπονέμοντες τὰς θεοσημίας. ὅτι δὲ καὶ μιαιφόνον ἐπ'αὐτῷ τὴν διάνοιαν ἐσχηκότες ἀλοῖεν ἂν, εἰδείη τις ἂν ἀπό γε τοῦ ἀποκομισθῆναι δὲ καὶ μέχρις αὐτῆς ὁφρύος τοῦ ὄρους, ἵνα κατακρημνίζοιτο. καὶ οὐ μέχρι τούτων τὰ ἐγκλήματα. ἐκτετίμητο δὲ λίαν καὶ τὸ χρῆμα τῆς κλοπῆς. κατεμιςθοῦντο γὰρ ἐπ'αὐτῷ τὸν προδότην Ἰούδαν, τὸν αἰσχροκερδῆ καὶ κλεπτίστατον. μοιχοὶ δὲ ὥσπερ τινὲς ἀλιτήριοι γεγονότες οἱ Φαρισαῖοι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἀπεσόβουν μὲν αὐτῆς τὸν ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν. συνεπόρνευον δὲ, ταῖς ἰδίαις ἡδοναῖς ὑπηρετεῖν ἀναπείθοντες. ἔμισγον δὲ καὶ ἐφ' αἵμασιν αἵματα. πῶς, ἢ τίνα τρόπον; ἀπεκτονότες γὰρ τοὺς ἁγίους προφήτας, καὶ αὐτὸν ἐκείνοις προσέθεσαν τὸν τῶν προφητῶν Δεσπότην. καὶ γοῦν ὁ μακάροις Στέφανος ἐν ταῖς τῶν ἀποστόλων πράξεσι δικαίως αὐτοῖς ὀνειδίχει λέγων “Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν “οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας “περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὖ νῦν ὑμεῖς προδόται καὶ “Φονεῖς ἐγένεσθε.” ἀλλὰ καὶ ὁ Σωτὴρ τοῖς φαρισαίοις “ὑμεῖς πληρώστε τὸ μέτρον τῶν πατέρων ὑμῶν.”