Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 4-5
Not analysed yet
ὅμοιον ὡς εἰ λέγοι· μέλλων ἐκκόπτεσθαι καθάπερ τι στέλεχος ὁ ἐκ φυλῆς ’Εφραΐμ βεβασιλευκὼς, καὶ οἷον ὑπὸ πυρὸς τῆς θείας ὀργῆς καταμαραίνεσθαι, ἀωέθαλε καθ’ ἑαυτὰν, τουτέστιν, ἐμοῦ δίχα, καὶ σύμπνοιαν τὴν ἐμὴν οὐκ ἔχων, ᾠήθη φησὶν, ὅτι ζήσεται καὶ δώσει ῥίζαν εἰς βάθος, καὶ τῶν ἰδίων οὐκ ἀπολισθήσεται θρόνων. ἐξεπρίατο γὰρ πρόσ’ καιρόν τε καὶ ὀλίγην ἀνάβλησιν τοῦ κακοῦ, δῶρα ἀγαπησας· οὐ δέχεσθαι μᾶλλον, ἀλλὰ διδόναι. καὶ τί τὸ ἐντεῦθεν ὄφελος μὲν οὐδὲν, παραδοθήσονται δὲ τοῖς ἔθνεσι, καὶ δι’ αὐτῶν μάθοι τῶν συμβησομένων, ὡς οὐκ ἄν τις ἀναθάλοι καθ’ ἑαυτόν· οὐδ’ ἂν ὀνήσειε τοὺς Θεῷ προσκρούοντας τὸ δῶρα διδόναι τοῖς ἐχθροῖς. ὑποκείσονται γὰρ, καὶ οὐκ εἰς μακρὰν, τῇ δίκῃ.