Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 40-2
Not analysed yet
Ἕτι τῷ προφήτῃ πρὸς τὸν Ἰούδαν ὁ λόγος, ύποπλαττόμενον Μὲν, ὡς ἔφην, τὸ μεταποιεῖσθαι τοῦ νόμου, καὶ τὴν εις Θεὸν εὐσέβειαν οὐκ ἐν μικρῷ ποιεῖσθαι λόγῳ. Διανενευκότα δὲ λεηλθότως ἐπὶ τὸ χρῆναι τιμᾶν τὰ τῶν δαιμονίων ἐνδάλματα. Οὐκοῦν γέγονε, φηςὶν, ὁμολογουμένως μετοχος εἰδώλων ὁ Ἐφραίμ, τουτέστιν, ὁ Ἰσραήλ. ὡνόμαται δὲ οὕτως ἀπὸ τῆς παρ᾿ αὐτῷ κρατούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ ἱεροβοάμ· ἦν γὰρ ἐξ ὄρους καὶ φυλῆς Ἐφραϊμ. Καὶ ὥσπερ Ἰούδοαν Τὴν ἐν τοῖς Ἰεροσολύμοις ἀποκαλεῖ, τῇ βασιλευούση φυλῇ τὴν Κλῆσιν τετηρηκὼς, οὔτω καὶ ἐπὶ τοῦ Ἰσραὴλ. ὅταν ὀνομάζῃ Τὸν Εφραϊμ, ἀπὸ τῆς βασιλευούσης φυλῆς ποιεῖται τὴν ὀνομαςίαν. Μετέσχε δὴ οὖν ὁ Ἐφραϊμ εἰδώλων φηςί. προσκεκύνηκε γὰρ τῷ Αἰγυπτίων σεβάσματι· Ἄπις δὲ ἦν, ἤτοι δάμαλις τὸ ἐκείνων σέβας· μετέχε δὲ οὐδὲν ὖττον καὶ Τῆς τῶν Χαναναίων ἀνοσιότητος καὶ ἀμετρήτου φρενοβλαβείας, Οἳ τὸ αἰσξχρὸν οὕτως εἴδωλον περιέπειν τε καὶ προσκυνεῖ Νεῖν ἐγνώκασι, τὸν Βεελφεγώρ. ἀλλὰ καὶ τοῦτο δεδρακὼς ὁ Ἐφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα. Προσκέκρουκε γὰρ τῷ καὶ ἐπαμύνοντι, καὶ διαςώζειν εἰδότι Θεῷ. Ἡρέτισε χαναναίους, ἀντὶ τοῦ, αἱρετὰ καὶ ἀξιόληπτα πεποίηται τὰ τῶν Χαναναίων ἔθη· ὅμοροι δὲ οὖτοι τῆς Ἰουδαίων χώρας, δυσσεβεῖς καὶ εἰδωλολάτραι. Καὶ πρός γε δὴ τούτοις, πορνεύοντες ἐξεπόρνευσαν οἱ ἐξ Ἰσραήλ· δῆλον δὲ ὄτι διά τοι τὸ πέρα μέτρου καὶ τοῦ εἰκότος ἐπέκειαν τὴν νοητὴν ἐπιηδεῦσαι πορνείαν, καὶ εἰς λῆξιν αἰσχρότητος τῆς ἀποσταςίας αὐτοῖς ἔρχεσθαι τὰ ἐγκλ; ματα. ἠγαπήκασι δὲ καὶ τὴν ἀτιμίαν ἐκ φρυγμάτων αὐτῶν, τουτέστιν, ἐξ ὑψηλῶν αὐτχκημάτων, ἅπερ εἶχον ἐπὶ θεῷ καὶ δόξῃ τῇ παρ᾿ αὐτοῦ. οὐικοῦν ἄτιμοι καὶ κατεῤῤιμμένοι, οἰκτροὶ καὶ πεπατημένοι γεγόνασιν ἀληθῶς, τῶν ἀρχαίων φρυαγμάτων ἀπολισθήσαντες· κεκλήσονται γὰρ ἐλεύθεροι μὲν οὐκέτι, βαδιοῦνται δὲ μᾶλλον εἰς ὕβριν καὶ ἀτιμάν, καὶ ὑπὸ πικροῖς ἔσονται δεσπόταις. ἀλλ᾿ ἐι καὶ τούτοις ἅπασι, φηςὶν, Ἡ ἀνουστάτη τοῦ Ἐφραίμ ὐπηνέχθη πληθὺς, ἀλλ᾿ ,ὧ Ἱούδα, σὺ γέγονας αὐτῇ οἴά τις πνεύματος συστροξὴ ἐν πέρθξι πετιενοῦ. ἔστι δὲ παντί που δῆλον, ὅτι πάντη τε καὶ πάντως τὰ διιπτάμενα, πνεύματος αὐτὰ προσωθοῦντος βιαίου, μόνον δὲ οὐχὶ καὶ ἐπαναγκάζοντος, ὀξυτέραν τότε ποιεῖται τὴν πτῆσιν. Οὐκκοῦν ἐξώκειλε μὲν ὁ Ἰσραὴλ ἀπονενευκὼς εἰς ἀπόστασιν, Σὺ δὲ γέργονας αὐτῷ συστροφὴ πνεύματος ἐν ταῖς πτέρξι. Τῶς, ἦ τίνα τρόπον; ἐπειδὴ γάρ σε τεθέαται τὸν ἔτι τῷ 5 νόμῳ παιδαγωγούμενον, τὸν τῷ θείῳ προσιζήσαντα ναῷ, καὶ Τὰς κατὰ νόμον τελοῦντα θυςίας, ῥᾳθυμοῦντα καὶ ἀναπίπτοντα, Καὶ τοῖς ἴσοις πλημμελήμασιν ἐνεχόμενον, ὀξυτέραν ἐποιήσατο τὴν ἀποδρομήν. Πλὴν εἰς αἰσχύνην εὑρήσουσι, καὶ ἐντροπῆς καὶ ἀτιμίας πρόξενα τὰ θυσιαστήρια αὐτῶν.