Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 41-2
Not analysed yet
Οὐκοῦν, ὅταν οἱ δοκοῦντες ἑοστάναι, καλῶς τε καὶ ἀνεπιπλήκτως ὀφείλοντες ζην, νωθροί τε καὶ ῥᾴθυμοι περὶ τοῦτο εὑρισκώμεθα μᾶλλον δὲ καὶ ἐν ἵσῳ τοῖς ἄλλοις ἀθετεῖν ᾑρημένοι τὸ ἀνδάνον τῷ Θεῷ, οὐχὶ μόχὶ μόνους ἑαυτοὺς ἀδικήσομεν, προσπολλύντες δὲ καὶ ἑτέρους, διπλῆν ὑπομενοῦμεν 15 τὴν κόλασιν. Δέον γὰρ προκεῖσθαι τοῖς πεπλανημένοις, ἦ Καὶ ζἢν οὐκ ἐθέλουσιν ὀρθῶς, εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἀρετῆς, καὶ σκανδάλου γεγόναμεν ἀφορμή. Τί οὖν ὁ Χριστὸς; “Ὅς ἐὰν σκανδαλίσῃ ἔνα τῶν μικρῶν τούτων τῶν πιστευόν- “των εἰς ἐμὲ, φηςὶ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος 20 “ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ “πελάγει τῆς θαλάσσης.”